호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα, σκινδαλαμοφράστην αἰπυτάτης σοφίης, τοῖα περὶ ψυχῆς τις ἀνείρετο:? πῶς θέμις εἰπεῖν τὴν ψυχήν· θνητήν, ἢ πάλιν ἀθάνατον· σῶμα δὲ δεῖ καλέειν, ἢ ἀσώματον· ἐν δὲ νοητοῖς τακτέον, ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον· αὐτάρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων, καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους, καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς, πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην. εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν εἴπερ ὅλως ἔστι ψυχῆς φύσις οὑ᾿δὲ γὰρ οἶδἀ, ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος, στεγνοφυὴς ἢ ἀύλος:
ὅταν δ Ἀχέροντα περήσῃς, κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.
μοῦνον ὅπερ ζητεῖς τοῦθ ὑπολειπόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기