호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν μίαν Ἑρμογένης κἀγώ ποτε καὶ Κλεόβουλος ἤγομεν εἰς κοινὴν κύπριν Ἀριστοδίκην:? ἧς ἔλαχον μὲν ἐγὼ πολιὴν ἅλα ναιέμεν αὐτός: εἷς γὰρ ἕν, οὐ πάντες πάντα, διειλόμεθα. Ἑρμογένης δ ἔλαχε στυγερὸν δόμον εὐρώεντα, ὕστατον, εἰς ἀφανῆ χῶρον ὑπερχόμενος, ἔνθ ἀκταὶ νεκύων, καὶ ἐρινεοὶ ἠνεμόεντες δινεῦνται πνοιῇ δυσκελάδων ἀνέμων. Ζῆνα δὲ θὲς Κλεόβουλον, ὃς οὐρανὸν εἰσαναβαίνειν, τὸ ψολόεν κατέχων ἐν χερὶ πῦρ, ἔλαχεν. γῆ δ ἔμενε ξυνὴ πάντων ψίαθον γὰρ ἐν αὐτῇ στρώσαντες, τὴν γραῦν ὧδε διειλόμεθα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기