호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτε Χίμαιρα τοιοῦτον ἔπνει κακὸν ἡ καθ Ὅμηρον οὐκ ἀγέλη ταύρων, ὡς ὁ λόγος, πυρίπνους, οὐ Λῆμνος σύμπασα, καὶ Ἁρπυιῶν τὰ περισσά, οὐδ ὁ Φιλοκτήτου ποὺς ἀποσηπόμενος:? ὥστε σε παμψηφεὶ νικᾶν, Τελέσιλλα, Χιμαίρας, σηπεδόνας, ταύρους, ὄρνεα, Λημνιάδας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기