호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αἰάζει πήρη τε, καὶ Ἡράκλειον ἄριστον βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον, καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων, ὅττι τεοῖς ὤμοισι μιαίνεται:? ἦ γὰρ ὁ μέν που οὐράνιος, σὺ δ ἔφυς οὑν σποδιῇσι κύων. ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν: ἄλλο λεόντων, ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기