호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ, ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα:? εἶτ ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα, ὥστ ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος: εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ, καὶ κέκριτ ἀλλότριος, μηδὲν ὅμοιον ἔχων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기