호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ:? ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις, σιτοδόκῳ δ ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοι γαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης: ταυροφόνων δ ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπων θηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις: ὀστέα δ αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶν εἰξάτω οἷς Αἴδης φίλτερος ἠελίου: καὶ ποτὸν ἀμβροσίην δ ἄλλος ἔχειν ἐθέλοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기