호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχῳ Οἰνοπίων, ἔμπης δ οὐκ ἀπέθηκε δέπας:? ἀλλ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρί, ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ. οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ ἀπ ἀριθμοῦ τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας. πῖνε, γέρον, καὶ ζῆθι: μάτην δ ἄρα θεῖος Ὅμηρος τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기