호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑπτὰ τριηκόντεσσιν ἐπέρχονται λυκάβαντες, ἤδη μοι βιότου σχιζόμεναι σελίδες:? ἤδη καὶ λευκαί με κατασπείρουσιν ἔθειραι, Ξανθίππη, συνετῆς ἄγγελοι ἡλικίης. ἀλλ ἔτι μοι ψαλμός τε λάλος κῶμοί τε μέλονται, καὶ πῦρ ἀπλήστῳ τύφετ ἐνὶ κραδίῃ. αὐτὴν ἀλλὰ τάχιστα κορωνίδα γράψατε, Μοῦσαι, ταύτην ἡμετέρης, δεσπότιδες, μανίης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기