호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων, ἡμετέρης φιλίης οὐδεὶς λόγος:? ἀλλὰ μετ ἄλλων παίζων, τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας. ὡς δ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων, τὴν καλάμην δωρῇ, δοὺς ἑτέροις τὸ θέρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기