- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 293

(작자 미상, Greek Anthology, book 5, chapter 293)

ἀντίγραφον ἐπὶ τῇ αὐτῇ ὑποθέσει πρὸς τὸν φίλον Ἀγαθίαν θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλλη ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.? εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως. ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης·

νηχόμενος Λείανδρος ὅσον κράτος ἐστὶν ἐρώτων δείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγων σοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες: ἀλλὰ θαμίζεις μᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος. θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον.

εἰπέ: τίς ἀνὴρ εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ·?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION