호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πέραν τῆς πόλεως διάγοντος διὰ τὰ λύσιμα τῶν νόμων ὑπομνηστικὸν πεμφθὲν πρὸς Παῦλον Σιλεντιάριον ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες:? ἡ δ ὀλολυγὼν τρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούειν ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος· καί μοι δισσὸς ἔρως περικίδναται: εἰσοράαν γὰρ καὶ σέ, μάκαρ, ποθέω, καὶ γλυκερὴν δάμαλιν, ἧς με περισμύχουσι μεληδόνες: ἀλλά με θεσμοὶ εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기