호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ, πείραζον κραδίην πλάσματι κερδαλέῳ:? βήσομαι ἐς ξείνην τινά που χθόνα: μίμνε δέ, κούρη, ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου. ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης, καί με μένειν ἱκέτευεν ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.
ὄλβιος ἐς πόθον εἰμί: πάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기