- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 285

(작자 미상, Greek Anthology, book 5, chapter 285)

εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην, καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ, αὐερύων τὸ φίλημα:? περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν.

ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις: ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἐήν χείλεος ἀμφοτέρου, Φράξεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺς λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION