- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 273

(작자 미상, Greek Anthology, book 5, chapter 273)

ἡ πάρος ἀγλαϊῄσι μετάρσιος, ἡ πλοκαμῖδας σειομένη πλεκτὰς, καὶ σοβαρευομένη, ἡ μεγαλαυχήσασα καθ ἡμετέρης μελεδώνης, γήραϊ ῥικνώδης, τὴν πρὶν ἀφῆκε χάριν.? μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται, χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.

τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζει ἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη, τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως < θρασὺς> εἰκόνα μορφῆς ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης, φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας:?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION