호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔτε ῥόδον στεφάνων ἐπιδεύεται, οὔτε σὺ πέπλων, οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.? μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαϊήν Ἰνδῴη δ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης, ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην: χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη στήθεος ἁρμονίη, κεστὸς ἔφυ Παφίης.
Γούτοις πᾶσιν ἐγὼ καταδάμναμαι: θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기