- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 269

(작자 미상, Greek Anthology, book 5, chapter 269)

δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην, τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος:? εἷλκε δέ μ ἡ φιλέουσα: πάλιν δ ἐγώ, οἱά῀ τε τις φώρ, χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν, ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας. ὀχθήσας δ ἄρ ἐείπον Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION