호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσα ἥσυχά μοι νεύεις:? πάντα μάτην ἐρέθεις. ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις, μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν. παῖζε μόνη τὸ φίλημα.
μάτην πόππυζε σεαυτῇ χείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις. αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι: εἰσὶ γὰρ ἄλλαι κρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기