- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 220

(작자 미상, Greek Anthology, book 5, chapter 220)

εἰ καὶ νῦν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης, ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνούς, νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας, μηδ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάων τὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαϊ´σαι.? πατρὸς τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ, καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION