- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 191

(작자 미상, Greek Anthology, book 5, chapter 191)

ἄστρα, καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη, καὶ Νύξ, καὶ κώμων σύμπλανον ὀργάνιον, ἆρά γε τὴν φιλάσωτον ἔτ ἐν κοίταισιν ἀθρήσω ἄγρυπνον, λύχνῳ πόλλ ἀποκλαομένην·? ἦ τιν ἔχει σύγκοιτον ·

ἐπὶ προθύροισι μαράνας δάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους, ἓν τόδ ἐπιγράψας: Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστης σῶν κώμων, στοργῆς σκῦλα τάδ ἐκρέμασεν.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION