호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξα βάλλει, καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ·? οὐ μάτηρ στέργει μὲν Ἄρη γαμέτις δὲ τέτυκται Ἁφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσιν· ματρὸς δ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσα τραχὺ βοᾷ·
γενέτας δ οὔτε τις οὔτε τινός. τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα. κύμασι δ ὀργὰν στέρξεν ἴσαν, Ἄρεως δ αἱματόφυρτα βέλη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기