- 텍스트

Unknown, Greek Anthology, book 5, chapter 177

(작자 미상, Greek Anthology, book 5, chapter 177)

κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτι ὀρθρινὸς ἐκ κοίτας ᾤχετ ἀποπτάμενος.? ἔστι δ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής, σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος. πατρὸς δ οὐκέτ ἔχω φράζειν τίνος:

οὔτε γὰρ Αἰθήρ, οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος: πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλ ἐσορᾶτε μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα. καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION