호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἶδ ὅτι μοι κενὸς ὁρ´κος, ἐπεὶ σέ γε τὴν φιλάσωτον μηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος, μηνύει δ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα, καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος:? ἔσκυλται δ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος, πάντα δ ὑπ ἀκρήτου γυῖα σαλευτὰ φαρεῖς.
ἔρρε, γύναι πάγκοινε: καλεῖ σε γὰρ ἡ φιλόκωμος πηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기