호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὐάσι δ ἄκροις Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε:? ἄγρυπνος μίμνει σε: σὺ δ, ὦ λήθαργε φιλούντων, εὕδεις. εἰᾶ, πέτευ· ναί, φιλόμουσε, πέτευ: ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας κινήσῃς ἐπ ἐμοὶ ζηλοτύπους ὀδύνας, ἢν δ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος, κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기