호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀξυβόαι κώνωπες, ἀναιδέες, αἵματος ἀνδρῶν σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα, βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθ ἥσυχον ὕπνον εὕδειν, τἀμὰ δ ἰδοὺ σαρκοφαγεῖτε μέλη, καίτοι πρὸς τί μάτην αὐδῶ·? καὶ θῆρες ἄτεγκτοι τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.
ἀλλ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης, ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기