호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις, Ζηνοφίλα, ναὶ Πᾶν , ἁδὺ κρέκεις τι μέλος.? ποῖ σε φύγω· πάντῃ με περιστείχουσιν Ἔρωτες, οὐδ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον. ἢ γάρ μοι μορφὰ βάλλει πόθον, ἢ πάλι μοῦσα, ἢ χάρις, ἢ τί λέγω·
πάντα πυρὶ φλέγομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기