호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.? μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται, τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου. ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ, τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기