호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ῥουφῖνος τῇ μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.? οὐκέτι βαστάζω, μὰ τὰ σ1 ὄμματα, τὴν φιλέρημον καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην ἀλλ αἰεὶ δακρύοισι πεφυρμένος ἢ πὶ Κορησσὸν ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος. αὔριον ἀλλὰ πάτρη με δεδέξεται:
ἐς δὲ σὸν ὄμμα πτήσομαι, ἐρρῶσθαι μυρία σ1 εὐχόμενος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기