- 텍스트

Unknown, Greek Anthology, book 4, chapter 3 13:

(작자 미상, Greek Anthology, book 4, chapter 3 13:)

μηδὲ γὰρ αὐχήσειεν Ιὠλκίδος ἔμβολον Ἀργοῦς, ὅττι πόνους ἡρ´ωος ἀγασσαμένη Παγασαίου οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων, εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.? κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION