- 텍스트

Unknown, Greek Anthology, book 4, chapter 2

(작자 미상, Greek Anthology, book 4, chapter 2)

ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας, καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.? ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.

Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς: ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δ ὡς βότρυς Ἀντίφιλος, Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος: μύρτα δ ὁ Παρμενίων:

ὡς ῥόδον Ἀντιφάνης: κισσὸς δ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ: Ἀντίγονος δ ἐλάη, καὶ Διόδωρος ἰόν Εὐήνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION