- 텍스트

Unknown, Greek Anthology, book 4, chapter 1

(작자 미상, Greek Anthology, book 4, chapter 1)

Μοῦσα φίλα, τίνι τάνδε φέρεις πάγκαρπον ἀοιδάν·? ἢ τίς ὁ καὶ τεύξας ὑμνοθετᾶν στέφανον· ἄνυσε μὲν Μελέαγρος, ἀριζάλῳ δὲ Διοκλεῖ μναμόσυνον ταύταν ἐξεπόνησε χάριν, πολλὰ μὲν ἐμπλέξας Ἀνύτης κρίνα, πολλὰ δὲ Μοιροῦς λείρια, καὶ Σαπφοῦς βαιὰ μέν, ἀλλὰ ῥόδα: νάρκισσόν τε τορῶν Μελανιππίδου ἔγκυον ὕμνων, καὶ νέον οἰνάνθης κλῆμα Σιμωνίδεω:

σὺν δ ἀναμὶξ πλέξας μυρόπνουν εὐάνθεμον ἶριν Νοσσίδος, ἧς δέλτοις κηρὸν ἔτηξεν Ἔρως: τῇ δ ἅμα καὶ σάμψυχον ἀφ ἡδυπνόοιο Ῥιανοῦ, καὶ γλυκὺν Ἠρίννης παρθενόχρωτα κρόκον, Ἀλκαίου τε λάληθρον ἐν ὑμνοπόλοις ὑάκινθον, καὶ Σαμίου δάφνης κλῶνα μελαμπέταλον ἐν δὲ Λεωνίδεω θαλεροὺς κισσοῖο κορύμβους, Μνασάλκου τε κόμας ὀξυτόρου πίτυος:

Νικίου, Εὐφήμου τ ἀμμότροφον πάραλον ἐν δ ἄρα Δαμάγητον, ἰόν μέλαν, ἡδύ τε μύρτον Καλλιμάχου, στυφελοῦ μεστὸν ἀεὶ μέλιτος, λυχνίδα τ Εὐφορίωνος, ἰδ ἐν Μούσαις κυκλάμινον, ὃς Διὸς ἐκ κούρων ἔσχεν ἐπωνυμίην.

τῇσι δ ἅμ Ἡγήσιππον ἐνέπλεκε, μαινάδα βότρυν, Πέρσου τ εὐώδη σχοῖνον ἀμησάμενος, σὺν δ ἅμα καὶ γλυκὺ μῆλον ἀπ ἀκρεμόνων Διοτίμου, καὶ ῥοιῆς ἄνθη πρῶτα Μενεκράτεος, σμυρναίους τε κλάδους Νικαινέτου, ἠδὲ Φαέννου τέρμινθον, βλωθρὴν τ ἀχράδα Σιμμίεω:

ἐν δὲ καὶ ἐκ λειμῶνος ἀμωμήτοιο σελίνου βαιὰ διακνίζων ἄνθεα Παρθενίδος, λείψανὰ τ εὐκαρπεῦντα μελιστάκτων ἀπὸ Μουσέων, ξανθοὺς ἐκ καλάμης Βακχυλίδεω στάχυας:

ἐν δ ἄρ Ἀνακρείοντα, τὸ μὲν γλυκὺ κεῖνο μέλισμα, νέκταρος, εἰς δ ἐλέγους ἄσπορον ἀνθέμιον ἐν δὲ καὶ ἐκ φορβῆς σκολιότριχος ἄνθος ἀκάνθης Ἀρχιλόχου, μικρὰς στράγγας ἀπ ὠκεανοῦ:

τοῖς δ ἅμ Ἀλεξάνδροιο νέους ὄρπηκας ἐλαίης, ἠδὲ Πολυκλείτου πορφυρέην κύανον. ἐν δ ἄρ ἀμάρακον ἧκε, Πολύστρατον, ἄνθος ἀοιδῶν, φοίνισσάν τε νέην κύπρον ἀπ Ἀντιπάτρου:

καὶ μὴν καὶ Συρίαν σταχυότριχα θήκατο νάρδον, ὑμνοθέταν, Ἑρμοῦ δῶρον ἀειδόμενον ἐν δὲ Ποσείδιππόν τε καὶ Ἡδύλον, ἄγρι ἀρούρης, Σικελίδεὼ τ ἀνέμοις ἄνθεα φυόμενα. φοίνικος κείρας πρωτογόνους ἕλικας, λωτὸν τ εὐχαίτην Χαιρήμονος, ἐν φλογὶ μίξας Φαιδίμου, Ἀνταγόρου τ εὔστροφον ὄμμα βοός, τάν τε φιλάκρητον Θεοδωρίδεω νεοθαλῆ ἑρ´πυλλον, κυάμων τ ἄνθεα Φανίεω, ἄλλων τ ἔρνεα πολλὰ νεόγραφα:

τοῖς δ ἅμα Μούσης καὶ σφετέρης ἔτι που πρώιμα λευκόια.

ἀλλὰ φίλοις μὲν ἐμοῖσι φέρω χάριν ἔστι δὲ μύσταις κοινὸς ὁ τῶν Μουσέων ἡδυεπὴς στέφανος.?

상위

Greek Anthology

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION