호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν τῷ θ Πελίας καὶ Νηλεὺς ἐνλελάξευνται, οἱ Ποσειδῶνος παῖδες, ἐκ δεσμῶν τὴν ἑαυτῶν μητέρα ῥυόμενοι, ἣν πρώην ὁ πατὴρ μὲν Σαλμωνεὺς διὰ τὴν φθορὰν ἔδησεν:? ἡ δὲ μητρυιὰ αὐτῆς Σιδηρὼ τὰς βασάνους αὐτῇ ἐπέτεινεν. μὴ Τυρὼ τρύχοι σε περισπείρημα Σιδηροῦς Σαλμωνεῖ γενέτᾳ τῷδ ὑποπτησσομένην: οὐκέτι γὰρ δουλώσει ἐν ἑρ´κεσιν, ἐγγύθι λεύσσων Νηλέα καὶ Πελίαν τούσδε καθεξομένους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기