- 텍스트

Unknown, Greek Anthology, book 1, chapter 12

(작자 미상, Greek Anthology, book 1, chapter 12)

εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν Ὀλυβρίου εἰμὶ δόμος Τριάδος, τρισσὴ δέ με τεῦξε γενέθλη:? πρώτη μὲν πολέμους καὶ βάρβαρα φῦλα φυγοῦσα τεύξατο καὶ μ ἀνέθηκε Θεῷ ζωάγρια μόχθων Θευδοσίου θυγάτηρ Εὐδοξία: ἐκ δέ με κείνης Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ: ᾿:

εἰ δέ που ἀγλαϊής ἐπεδεύετο κάλλος ἐμεῖο, τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων δῶκεν Ιοὐλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης, κόσμον ἀεξήσασα παλαίτερον. ὧδ ἐμὸν ἔργον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION