호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς δὲ φέρων θοὸν ἴχνος ἐπὶ ζεφυρηίδας αὔρας ὑμνοπόλος σοφίης, ἑκατὸν βλεφάροισι πεποιθώς, τοξεύσει ἑκάτερθε πολύτροπα δήνεα τέχνης, οἶκον ἰδὼν λάμποντα, περίδρομον, ἄλλον ἐπ ἄλλῳ, ἔνθ ἵνα καὶ γραφίδων ἱερῶν ὑπὲρ ἄντυγος αὐλῆς ἔστιν ἰδεῖν μέγα θαῦμα, πολύφρονα Κωνσταντῖνον, πῶς προφυγὼν εἴδωλα θεημάχον ἔσβεσε λύσσην, καὶ Τριάδος φάος εὑρ῀εν ἐν ὕδασι γυῖα καθήρας.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기