호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅσσα δὲ σὴ παλάμη θεοπειθέα δώματα τεύχει οὐδ αὐτὴ δεδάηκας:? ἀμετρήτους γάρ, ὀίω, μούνη σὺ ξύμπασαν ἀνὰ χθόνα δείμαο ναούς, οὐρανίου θεράποντας ἀεὶ τρομέουσα Θεοῖο. ἴχνεσι δ εὐκαμάτοισιν ἐφεσπομένη γενετήρων πᾶσιν, ἀειζώουσαν ἑὴν τεκτήνατο φύτλην, εὐσεβίης ξύμπασαν ἀεὶ πατέουσα πορείην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기