호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλά μιν ἐκ βαιοῖο μέγαν καὶ τοῖον ἐγείρει, κῦδος ἀεξήσασα πολυσκήπτρων γενετήρων πάντα γὰρ ὅσσα τέλεσσεν ὑπέρτερα τεῦξε τοκήων, ὀρθὴν πίστιν ἔχουσα φιλοχρίστοιο μενοινῆς.? τίς γὰρ Ιοὐλιανὴν οὐκ ἔκλυεν, ὅττι καὶ αὐτοὺς εὐκαμάτοις ἔργοισιν ἑοὺς φαίδρυνε τοκῆας, εὐσεβίης ἀλέγουσα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기