- 텍스트

Unknown, Elegy and Iambus, Volume II, Ἀλλὰ Ἀδέσποτα?, *´β Ιἀμβικά

(작자 미상, 비가, Ἀλλὰ Ἀδέσποτα, *´β Ιἀμβικά)

θύραζε: . . οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων. τῆς οὖν ἑορτῆς τελεσθείσης λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτούς, Γ῾ύραζε Κᾶρες, οὐκέτ Ἀνθεστήρια. ᾿ τινὲς δὲ οὕτω τὴν παροιμίαν φασί: Θύραζε Κῆρες, οὐκέτ Ἀνθεστήρια: ὡς κατὰ τὴν πόλιν τοῖς Ἀνθεστηρίοις τῶν ψυχῶν περιερχομένων. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ἐπιζητούντων πάντοτελαμβάνειν. βλῶσις: οἱο῀ν: δίφρου τέτυκται βλῶσις εὔζυγον κτέρας. ἡ ἕδρα. . . . ἰδὼν πόλιν ἀκμάζουσαν ἀκμῇ τοσαύτῃ καὶ κατὰ τὸν ποιητὴν ἐκεῖνον: ἀνθεῦσαν ἀγαθοῖς πᾶσιν οἷς θάλλῃ πόλις Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως Ἑλλησποντιακῆς <Πριάπου, ἣν> τὸν Πρίαπον τὸν Διονύσου καὶ Περκώτης φασὶν οἰκῆσαι. εἰ οὕτως ἀπεφαίνετό τις τῶν ποιητῶν: Οὐκ ἀξιῶ μικκῶν σε: μεγάλα δ οὐκ ἔχω. ξηρψς. Ἀποφατ. 19. ουδὲ πένης καὶ ἰδιώτης, ἀλλὰ καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη καὶ οἱκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται τοὺς δὲ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων: "Ἄνδρ ἠδίκησας: "ἄνδρ ἀνεκτέον τόδε· καὶ βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε καὶ πέλα χθονί καὶ τἄλλα παροξυντικά, δι ὧν ἔνιοι τὸν θυμὸν <τὸν> ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. καὶ τὸ βαύ κατὰ μίμησιν κυνὸς ὀξύνεται: βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς ἐξ οὗ καὶ τὸ βαύζω ῥῆμα. γηρῶ, γηρᾷς καὶ γηρεῖς: ἡ μετοχή γηρεὶς ἐν οἰκίοισιν πατρόθεν πορδηκίδαι ὅτι πατέρων ὄνων εἰσὶν ἠμίονοι. <τὴν> ἐπ Αἰνύρων ὁδόν Αἴνυρα χωρίον τῆς Θρᾴκης ἀπὸ Αἰνύρου ὀνομασθέν. Διὰ τί λέγεται: Σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει. καὶ βίβασις δέ τι εἶδος Λακωνικῆς ὀρχήσεως, ἧς καὶ τὰ ἆθλα προὐτίθετο οὐ τοῖς παισὶ μόνον, ἀλλὰ καὶ ταῖς κόραις: ἔδει δὲ ἅλλεσθαι καὶ ψαύειν τοῖς ποσὶ πρὸς τὰς πυγάς, καὶ ἠριθμεῖτο τὰ πηδήματα, ὅθεν καὶ ἐπὶ μιᾶς ἧν ἐπίγραμμα: . . Χίλἰ ἅ ποκ ἆ βιβάνδα, πλεῖστα δὴ τῶν πήποκα π. ἰατρικῆς καὶ γυμναστικῆς: Παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον. Μωρὸς παλαιὸς φρόνιμον οὐ ποιεῖ νέον. τὸ δὲ λέγειν ὡς: Οὐδεὶς ἑκὼν πονηρὸς οὐδ ἄκων μάκαρ: ἐοίκε τὸ μὲν ψευδεῖ, τὸ δ ἀληθεῖ: μακάριος μὲν γὰρ οὐδεὶς ἄκων, ἡ δὲ μοχθηρία ἑκούσιον. Φιλεῖν ἀκαίρως ἐστὶ τῷ μισεῖν ἴσον. ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς: Τροχοῦ περιστείχοντος ἄλλοθ ἡτέρα ἁψὶς ὕπερθε γίγνετ, ἄλλοθ ἡτέρα. σοφὸν ὁ βοῦς, ἔφασκε δ ἀστράβην ἰδὼν οὐ προσήκειν αὐτῷ τὸ σκεῦος. Σοφῶς ὁ βοῦς ἔφασκεν ἀστράβην ἰδών: "Οὐκ ἔστ ἐμὸν τὸ πρᾶγμα: "πολλὰ χαιρέτω. οὐκ ἔστ ἐμὸν, κτλ. : ἐπὶ τῶν ἀπραγμόνων. Ἀλλ ἦ λύκος τὰς αἶγας <ἐκ> καλεῖ μολών. ἐπὶ τῶν ἐν ὑποκρίσει ἐξαπατᾶν πειρώμενοι. ἀρχαιότατος δ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ γριφεύειν φύσεως οἰκειότατος: Τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν· καί: Τί ταὐτόν <ἐστιν> οὐδαμοῦ καὶ πανταχοῦ· . . τὸ δὲ χρόνον σημαίνει: ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ, διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν: τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν: τοῦτο γὰρ οὐθεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον. π. γρίφων: καὶ ἐπὶ τῆς πτισάνης: Κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε. Σμικρὸς φαλακρὸς τραυλὸς ὁ Σταγειρίτης, λαγνὸς προγάστωρ παλλακαῖς συνημμένος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION