- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Ξενοφάνους?, Σίλλων

(작자 미상, 비가, Ξενοφάνους, Σίλλων)

οἱ μέντοι ποιηταὶ πολλάκις ἐπὶ τούτοις συστολὰς ποιοῦνται, ὡς παρὰ Ξενοφάνει: ἐξ ἀρχῆς καθ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες καὶ πάλιν: ηδν. π. διχρ. γραμ. γρ. 2. 1. 16. 19 ἔνθεν καὶ Ξενοφάνης διελέγχων τοὺς περὶ Ὅμηρον καὶ Ἡσίοδόν φησι: πάντα θεοῖς ἀνέθηκαν Ὅμηρός θ Ἡσίοδός τε, ὅσσα παρ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. σεχτ. εμπ. αδϝ. ματη. 9. 193 Ὅμηρος δὲ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη: οἳ πλεῖστ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. καὶ πάλιν: ἀλλ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεοὺς τὴν σφετέρην ἐσθῆτα<τ> ἔχειν φωνήν τε δέμας τε. καὶ πάλιν: εἰ <δέ> τοι <ἵπποι> ἔχον χέρας ἢ βόες ἠὲ λέοντες ἢ γράψαι χροίῃσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, καί <κε> θεῶν ἰδέας ἔγραφον καὶ σώματ ἐποίουν τοιαῦθ οἱό῀νπερ καὐτοὶ δέμας εἶχον ἕκαστοι, ἵπποι μέν θ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοῖα. ξλεμ. αλ. στρ. 5. 109. 2 αφτερ φρ. 23 Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται, καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν, ὥς φησιν ὁ Ξενοράνης: Αἰθίοπές τε <θεοὺς σφετέρους> σιμοὺς μέλανάς τε Θρῇκές τε γλαυκοὺς καὶ πυρρούς <φασι πελέσθαι>: οὕτως καὶ τὰς ψυχὰς ὁμοιοῦσιν καὶ τοῖς αὐὐῖς <πάθεσιν ἐνεχομένους> ἀναπλάττουσιν. ξλεμ. αλ. στρ. 7. 22 Βάκχον δὲ οὐ τὸν Διόνυσον ἐκάλουν μόνον, ἀλλὰ καὶ πάντας τοὺς τελοῦντας τὰ ὄργια Βάκχους ἐκάλουν, οὐ μὴν ἀλλὰ καὶ τοὺς κλάδους οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις οὕτως: ἑστᾶσιν δ ἐλάτης <Βάκχοι> πυκινὸν περὶ δῶμα. σξη. αρ. εθ. 408 π. χρόνου οὐσίας καὶ μερῶν καὶ πόσων εἰή αἴτιος: Ξενοφάνους: Οὔτοι ἀπ ἀρχῆς πάντα θεοὶ θνητοῖς ὑπέδειξαν, ἀλλὰ χρόνῳ ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον. π. Θάλεω: δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν . . . ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει. π. Ἐπιμενίδου καὶ ἐπανελθὼν ἐπ οἴκου μετ οὐ πολὺ μετήλλαξεν, ὥς φησι Φλέγων, βιοὺς ἔτη ἑπτὰ καὶ πεντήκοντα καὶ ἑκατόν . . . ὡς δὲ Ξενοφάνης ὁ Κολοφώνιος ἀκηκοέναι φησι, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν. ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης: ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίᾳ . . . χαριέντως δὲ πάνυ τῷ αὐτῷ λόγῳ διέσυρε . . . καὶ μέμνηται ὅτι σμικρόλογος ἦν. ὅθεν Ξενοφάνης κίμβικα αὐτὸν προσαγορεύει. σξη. αρ. παξ. 697 . . . καὶ παρὰ Ξενοφάνει ἐν τετάρτῳΣίλλων: καί <κ> ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. ηδν. π. μ. λ. 7. 11 τὸ Ἔρυκος παρὰ Ξενοφάνει ἐνέ Σίλλων. σξη. ηομ. οχψρη. παπ. 1087. 40 π. ἐρεβίνθων: Ξενοφάνης ὁ Κολοφώνιος ἐν Παρῳδίαις: πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὡρ´ῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ἐπιτρώγοντ ἐρεβίνθους: τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτἐ ἐστί, φέριστε· πηλίκος ἦσθ ὅθ ὁ Μῆδος ἀφίκετο·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION