- 텍스트

Unknown, Elegy and Iambus, Volume I, Ξενοφάνους?, section

(작자 미상, 비가, Ξενοφάνους, section)

Ξενοφάνης: Δεξίου ἤ, ὡς Ἀπολλόδωρος, Ὀρθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος: φησὶ γοῦν: Ξεινοφάνης θ ὑπάτυφος Ὁμηροπάτης ἐπικόπτης ἐά, τὸν ἀπανθρώπον θεὸν ἐπλάσατ ἶσον ἁπάντῃ < ἀτρεμῆ> ἀσκηθῆ νοερώτερον ἠὲ νόημα. οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκλῃ τῆς Σικελίας < διέτριβε καὶ τῆς εἰς Ἐλέαν ἀποικίας κοινωνήσας ἐκεῖ ἐδίδασκεν>, διέτριβε δὲ καὶ ἐν Κατάνῃ. διήκουσε δὲ κατ ἐνίους μὲν οὐδενός, κατ ἐνίους δὲ Βότωνος Ἀθηναίου ἤ, ὥς τινες, Ἀρχελάου. καί, ὡς Σωτίων φησί, κατ Ἀναξίμανδρον ἦ. γέγραφε δὲ καὶ ἐν ἔπεσι καὶ ἐλεγείας καὶ ἰάμβους καθ Ἡσιόδου καὶ Ὁμήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα. ἀλλὰ καὶ αὐτὸς ἐρραψῴδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῇ καὶ Πυθαγόρᾳ, καθάψασθαι δὲ καὶ Ἐπιμενίδου. μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν: 7. ἄνδρες δ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος . . . καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων. π. Σωκράτους: τούτῳ τίς, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ Ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος . . . ὡς Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος: καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης. οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνῴσκομεν ὡς ἀνῃρημένην παντάπασι καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς, ὕστερον δ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ. πλυτ. πψτη. ορ. "Οὐκοῦν εἶπεν ἑ᾿ν ψυχρῷ αὐτὰς ἑψήσομεν. πλυτ. ξομ. νοτ. 46 αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον: μὴ δυσωπηθῇς μηδὲ δείσῃς σκωπτόμενος: ἀλλ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὁμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος. πλυτ. ϝιτ. πυδ. 5 ΕΛΕΑΤΗΣ ΞΕΝΟΣ: τὸ δὲ παρ ἡμῖν Ἐλεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. πλατ. σοπη. 242 δ οἱο῀ν Ξενοφάνης ἔλεγεν ὅτι ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν: ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε. αριστ. ρη. 2. 23. 1399 β. 6 οἱο῀ν Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν ἢ μή, συνεβούλευεν εἰ μὲν θεὸν ὑπολαμβάνουσι μὴ θρηνεῖν, εἰ δ ἄνθρωπον μὴ θύειν. αριστ. ρη. 2. 23. 1400 β. 5 π. ῥυάκων: τὸ δὲ ἐν Λιπάρᾳ ἀνιὸν πῦρ ποτὲ καὶ ἐκλιπεῖν φησι Ξενοφάνης ἐπ ἔτη ἑκκαίδεκα, τῷ δὲ ἑβδόμῳ ἐπανελθεῖν. αριστ. μιρ. αυσξ. 38. 833 α. 16 ξιξ. αξαδ. πρ. 2. 39 ξιξ. αξαδ. πρ. 23. 74 ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε. Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα. λυξ. μαξρ. π. Ἡρακλείτου: "Πολυμαθίη νόον οὐ διδάσκει: "Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον: εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων. φησὶ δὲ ὁ Ξενοφάνης τέτταρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δ ἀπείρους, οὐ παραλλακτοὺς δέ. τὰ νέφη συνίστασθαι τῆς ἀφ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀνθρώπῳ: ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν: σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀϊ´διον. πρῶτόν τε ἀπεφήνατο ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι καὶ ἡ ψυχὴ πνεῦμα. ἐποίησε δὲ καὶ Κολοφῶνος Κτίσιν, καὶ Τὸν εἰς Ἐλέαν τῆς Ἰταλίας Ἀποικισμὸν ἔπη δισχίλια. καὶ ἤκμαζε κατὰ τὴν ἑξηκοστὴν Ὀλυμπιάδα. φησὶ δὲ Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ Περὶ Γήρως καὶ Παναίτιος ὁ Στωϊκὸς ἐν τῷ Περὶ Εὐθυμίας ταῖς ἰδίαις χερσὶ θάψαι τοὺς υἱεῖς αὐτόν, καθάπερ καὶ Ἀναξαγόραν. δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ . . . <καὶ λέλυσθαι ὑπὸ> τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ Ὀρεστάδου, καθά φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION