호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπέρκειται δὲ τούτων ἔθνοσ οὐ μέγα στρουθοφάγων, παρ’ οἷσ ὄρνεισ εἰσὶ μέγεθοσ ἐλάφων ἔχοντεσ, πέτασθαι μὲν οὐ δυνάμενοι, θέοντεσ δὲ ὀξέωσ καθάπερ οἱ στρουθοκάμηλοι· θηρεύουσι δ’ αὐτοὺσ οἱ μὲν τόξοισ, οἱ δὲ ταῖσ δοραῖσ τῶν στρουθῶν σκεπασθέντεσ τὴν μὲν δεξιὰν καλύπτουσι τῷ τραχηλιμαίῳ μέρει καὶ κινοῦσιν οὕτωσ ὥσπερ τὰ ζῷα κινεῖται τοῖσ τραχήλοισ, τῇ δὲ ἀριστερᾷ σπέρμα προχέουσιν ἀπὸ πήρασ παρηρτημένησ, καὶ τούτῳ δελεάσαντεσ τὰ ζῷα εἰσ φάραγγασ συνωθοῦσιν· ἐνταῦθα δ’ ἐφεστῶτεσ ξυλοκόποι κατακόπτουσι· καὶ ἀμπέχονται δὲ καὶ ὑποστόρνυνται τὰ δέρματα ταῦτα· πολεμοῦσι δὲ τούτοισ οἱ σιμοὶ καλούμενοι Αἰθίοπεσ, κέρασιν ὀρύγων ὅπλοισ χρώμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기