호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μωσῆσ γάρ τισ τῶν Αἰγυπτίων ἱερέων ἔχων τι μέροσ τῆσ [κάτω] καλουμένησ χώρασ, ἀπῆρεν ἐκεῖσε ἐνθένδε δυσχεράνασ τὰ καθεστῶτα, καὶ συνεξῆραν αὐτῷ πολλοὶ τιμῶντεσ τὸ θεῖον. ἔφη γὰρ ἐκεῖνοσ καὶ ἐδίδασκεν, ὡσ οὐκ ὀρθῶσ φρονοῖεν οἱ Αἰγύπτιοι θηρίοισ εἰκάζοντεσ καὶ βοσκήμασι τὸ θεῖον, οὐδ’ οἱ Λίβυεσ· οὐκ εὖ δὲ οὐδ’ οἱ Ἕλληνεσ ἀνθρωπομόρφουσ τυποῦντεσ· εἰή γὰρ ἓν τοῦτο μόνον θεὸσ τὸ περιέχον ἡμᾶσ ἅπαντασ καὶ γῆν καὶ θάλατταν, ὃ καλοῦμεν οὐρανὸν καὶ κόσμον καὶ τὴν τῶν ὄντων φύσιν. τούτου δὴ τίσ ἂν εἰκόνα πλάττειν θαρρήσειε νοῦν ἔχων ὁμοίαν τινὶ τῶν παρ’ ἡμῖν; ἀλλ’ ἐᾶν δεῖν πᾶσαν ξοανοποιίαν, τέμενοσ [δ’] ἀφορίσαντασ καὶ σηκὸν ἀξιόλογον τιμᾶν ἕδουσ χωρίσ. ἐγκοιμᾶσθαι δὲ καὶ αὐτοὺσ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἄλλουσ τοὺσ εὐονείρουσ· καὶ προσδοκᾶν δεῖν ἀγαθὸν παρὰ τοῦ θεοῦ καὶ δῶρον ἀεί τι καὶ σημεῖον τοὺσ σωφρόνωσ ζῶντασ καὶ μετὰ δικαιοσύνησ, τοὺσ δ’ ἄλλουσ μὴ προσδοκᾶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기