- 텍스트

Strabo, Geography, book 16, chapter 2 68:

(스트라본, 지리학, book 16, chapter 2 68:)

τῆς δ Ιοὐδαίας τὰ μὲν ἑσπέρια ἄκρα τὰ πρὸς τῷ Κασίῳ κατέχουσιν Ἰδουμαῖοί τε καὶ ἡ λίμνη.? Ναβαταῖοι δ εἰσὶν οἱ Ἰδουμαῖοι, κατὰ στάσιν δ ἐκπεσόντες ἐκεῖθεν προσεχώρησαν τοῖς Ιοὐδαίοις καὶ τῶν νομίμων τῶν αὐτῶν ἐκείνοις ἐκοινώνησαν: πρὸς θαλάττῃ δὲ ἡ Σιρβωνὶς τὰ πολλὰ κατέχει καὶ ἡ συνεχὴς μέχρι καὶ Ιἑροσολύμων: καὶ γὰρ ταῦτα πρὸς θαλάττῃ ἐστίν: ἀπὸ γὰρ τοῦ ἐπινείου τῆς Ιὄπης εἴρηται ὅτι ἐστὶν ἐν ὄψει: ταῦτα μὲν προσάρκτια: τὰ πολλὰ δ ὡς ἕκαστα ἐστὶν ὑπὸ φύλων οἰκούμενα μικτῶν ἔκ τε Αἰγυπτίων ἐθνῶν καὶ Ἀραβίων καὶ Φοινίκων: τοιοῦτοι γὰρ οἱ τὴν Γαλιλαίαν ἔχοντες καὶ τὸν Ιἑρικοῦντα καὶ τὴν Φιλαδέλφειαν καὶ Σαμάρειαν, ἣν Ἡρώδης Σεβαστὴν ἐπωνόμασεν. οὕτω δ ὄντων μιγάδων ἡ κρατοῦσα μάλιστα φήμη τῶν περὶ τὸ ἱερὸν τὸ ἐν τοῖς Ιἑροσολύμοις πιστευομένων Αἰγυπτίους ἀποφαίνει τοὺς προγόνους τῶν νῦν Ιοὐδαίων λεγομένων.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION