호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶθ’ ἡ Πτολεμαί̈σ ἐστι μεγάλη πόλισ ἣν Ἄκην ὠνόμαζον πρότερον, ᾗ ἐχρῶντο ὁρμητηρίῳ πρὸσ τὴν Αἴγυπτον οἱ Πέρσαι. μεταξὺ δὲ τῆσ Ἄκησ καὶ Τύρου θινώδησ αἰγιαλόσ ἐστιν ὁ φέρων τὴν ὑαλῖτιν ἄμμον· ἐνταῦθα μὲν οὖν φασι μὴ χεῖσθαι, κομισθεῖσαν εἰσ Σιδῶνα δὲ τὴν χωνείαν δέχεσθαι· τινὲσ δὲ καὶ τοῖσ Σιδωνίοισ εἶναι τὴν ὑαλῖτιν ψάμμον ἐπιτηδείαν εἰσ χύσιν, οἱ δὲ πᾶσαν πανταχοῦ χεῖσθαί φασιν. ἤκουσα δ’ ἐν τῇ Ἀλεξανδρείᾳ παρὰ τῶν ὑαλουργῶν εἶναί τινα καὶ κατ’ Αἴγυπτον ὑαλῖτιν γῆν, ἧσ χωρὶσ οὐχ οἱο͂́ν τε τὰσ πολυχρόουσ καὶ πολυτελεῖσ κατασκευὰσ ἀποτελεσθῆναι, καθάπερ καὶ ἄλλοισ ἄλλων μιγμάτων δεῖν· καὶ ἐν Ῥώμῃ δὲ πολλὰ παρευρίσκεσθαί φασι καὶ πρὸσ τὰσ χρόασ καὶ πρὸσ τὴν ῥᾳστώνην τῆσ κατασκευῆσ, καθάπερ ἐπὶ τῶν κρυσταλλοφανῶν· ὅπου γε καὶ τρύβλιον χαλκοῦ πρίασθαι καὶ ἐκπωμάτιον ἔστιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기