호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι δὲ καὶ Ἀρτεμίτα πόλις ἀξιόλογος, διέχουσα πεντακοσίους τῆς Σελευκείας σταδίους, πρὸς ἑώ τὸ πλέον, καθάπερ καὶ ἡ Σιτακηνή:? καὶ γὰρ αὕτη πολλή τε καὶ ἀγαθὴ μέση Βαβυλῶνος τέτακται καὶ τῆς Σουσίδος, ὥστε τοῖς ἐκ Βαβυλῶνος εἰς Σοῦσα βαδίζουσι διὰ τῆς Σιτακηνῆς ἡ ὁδὸς ἅπασα πρὸς ἑώ: πρὸς ἑώ δ ἐστὶ καὶ τοῖς ἐκ Σούσων εἰς τὴν μεσόγαιαν τῆς Περσίδος διὰ τῆς Οὐξίας καὶ τοῖς ἐκ τῆς Περσίδος εἰς τὰ μέσα τῆς Καρμανίας. τὴν μὲν οὖν Καρμανίαν ἐγκυκλοῦται πρὸς [ἑσπέραν καὶ] ἄρκτον ἡ Περσὶς πολλὴ οὖσα: ταύτῃ δὲ συνάπτει ἡ Παραιτακηνὴ καὶ ἡ Κοσσαία μέχρι Κασπίων πυλῶν, ὀρεινὰ καὶ λῃστρικὰ ἔθνη: τῇ δὲ Σουσίδι ἡ Ἐλυμαῒς καὶ αὐτὴ τραχεῖα ἡ πολλὴ καὶ λῃστρική: τῇ δὲ Ἐλυμαΐδι τὰ περὶ τὸν Ζάγρον καὶ ἡ Μηδία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기