호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀφώριστο δ’ ἐν τῇ Βαβυλῶνι κατοικία τοῖσ ἐπιχωρίοισ φιλοσόφοισ τοῖσ Χαλδαίοισ προσαγορευομένοισ, οἳ περὶ ἀστρονομίαν εἰσὶ τὸ πλέον· προσποιοῦνται δέ τινεσ καὶ γενεθλιαλογεῖν, οὓσ οὐκ ἀποδέχονται οἱ ἕτεροι. ἔστι δὲ καὶ φῦλόν τι τὸ τῶν Χαλδαίων καὶ χώρα τῆσ Βαβυλωνίασ ὑπ’ ἐκείνων οἰκουμένη, πλησιάζουσα καὶ τοῖσ Ἄραψι καὶ τῇ κατὰ Πέρσασ λεγομένῃ θαλάττῃ. ἔστι δὲ καὶ τῶν Χαλδαίων τῶν ἀστρονομικῶν γένη πλείω· καὶ γὰρ Ὀρχηνοί τινεσ προσαγορεύονται καὶ Βορσιππηνοὶ καὶ ἄλλοι πλείουσ ὡσ ἂν κατὰ αἱρέσεισ ἄλλα καὶ ἄλλα νέμοντεσ περὶ τῶν αὐτῶν δόγματα. μέμνηνται δὲ καὶ τῶν ἀνδρῶν ἐνίων οἱ μαθηματικοί, καθάπερ Κιδηνᾶ τε καὶ Ναβουριανοῦ καὶ Σουδίνου· καὶ Σέλευκοσ δ’ ὁ ἀπὸ τῆσ Σελευκείασ Χαλδαῖόσ ἐστι καὶ ἄλλοι πλείουσ ἀξιόλογοι ἄνδρεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기