호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ [δ’] ἔθη τὰ Περσικὰ καὶ τούτοισ καὶ Μήδοισ τὰ αὐτὰ καὶ ἄλλοισ πλείοσι, περὶ ὧν εἰρήκασι μὲν πλείουσ, τὰ δὲ καίρια καὶ ἡμῖν λεκτέον. Πέρσαι τοίνυν ἀγάλματα μὲν καὶ βωμοὺσ οὐχ ἱδρύονται, θύουσι δ’ ἐν ὑψηλῷ τόπῳ τὸν οὐρανὸν ἡγούμενοι Δία· τιμῶσι δὲ καὶ ἥλιον, ὃν καλοῦσι Μίθρην, καὶ σελήνην καὶ Ἀφροδίτην καὶ πῦρ καὶ γῆν καὶ ἀνέμουσ καὶ ὕδωρ· θύουσι δ’ ἐν καθαρῷ τόπῳ κατευξάμενοι παραστησάμενοι τὸ ἱερεῖον ἐστεμμένον· μελίσαντοσ δὲ τοῦ Μάγου τὰ κρέα τοῦ ὑφηγουμένου τὴν ἱερουργίαν ἀπίασι διελόμενοι, τοῖσ θεοῖσ οὐδὲν ἀπονείμαντεσ μέροσ· τῆσ γὰρ ψυχῆσ φασι τοῦ ἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενόσ· ὅμωσ δὲ τοῦ ἐπίπλου τι μικρὸν τιθέασιν, ὡσ λέγουσί τινεσ, ἐπὶ τὸ πῦρ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기