호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν Σοῦσα ἐν μεσογαίοις κεῖται ἐπὶ τῷ Χοάσπῃ ποταμῷ περαιτέρω κατὰ τὸ ζεῦγμα, ἡ δὲ χώρα μέχρι τῆς θαλάττης καθήκει:? καὶ ἔστιν αὐτῆς ἡ παραλία μέχρι τῶν ἐκβολῶν σχεδόν τι τοῦ Τίγριος ἀπὸ τῶν ὁρ´ων τῆς Περσικῆς παραλίας σταδίων ὡς τρισχιλίων. ῥεῖ δὲ διὰ τῆς χώρας ὁ Χοάσπης εἰς τὴν αὐτὴν τελευτῶν παραλίαν, ἀπὸ τῶν Οὐξίων τὰς ἀρχὰς ἔχων. παρεμπίπτει γάρ τις ὀρεινὴ τραχεῖα καὶ ἀπότομος μεταξὺ τῶν Σουσίων καὶ τῆς Περσίδος, στενὰ ἔχουσα δυσπάροδα καὶ ἀνθρώπους λῃστάς, οἳ μισθοὺς ἐπράττοντο καὶ αὐτοὺς τοὺς βασιλέας κατὰ τὴν ἐκ Σούσων εἰς Πέρσας εἰσβολήν. φησὶ δὲ Πολύκλειτος εἰς λίμνην τινὰ συμβάλλειν τόν τε Χοάσπην καὶ τὸν Εὔλαιον καὶ ἔτι τὸν Τίγριν, εἶτ ἐκεῖθεν εἰς τὴν θάλατταν ἐκδιδόναι: πρὸς δὲ τῇ λίμνῃ καὶ ἐμπόριον εἶναι, τῶν ποταμῶν μὲν οὐ δεχομένων τὰ ἐκ τῆς θαλάττης, οὐδὲ καταπεμπόντων διὰ τοὺς καταράκτας ἐπίτηδες γενομένους, πεζῇ δ ἐμπορευομένων: ὀκτακοσίους γὰρ εἶναι σταδίους εἰς Σοῦσα λέγουσιν ἄλλοι: ἄλλοι δέ φασι τοὺς διὰ Σούσων ποταμοὺς εἰς ἓν ῥεῦμα τὸ τοῦ Τίγριος συμπίπτειν κατὰ τὰς μεταξὺ διώρυγας τοῦ Εὐφράτου: διὰ δὲ τοῦτο κατὰ τὰς ἐκβολὰς ὀνομάζεσθαι Πασίτιγριν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기