- 텍스트

Strabo, Geography, book 15, chapter 2 16:

(스트라본, 지리학, book 15, chapter 2 16:)

τὸ μὲν δὴ νότιον τῆς Ἀριανῆς πλευρὸν τοιαύτην τινὰ ἔχει τὴν τῆς παραλίας διάθεσιν καὶ τῆς ὑπερκειμένης πλησίον γῆς τῆς τῶν Γεδρωσίων καὶ Ὠριτῶν.? πολλὴ δ ἐστὶ καὶ εἰς τὴν μεσόγαιαν ἀνέχουσα καὶ ἡ Γεδρωσία μέχρι τοῦ συνάψαι Δράγγαις τε καὶ Ἀραχωτοῖς καὶ Παροπαμισάδαις, περὶ ὧν Ἐρατοσθένης οὕτως εἴρηκεν: οὐ γὰρ ἔχομέν τι λέγειν βέλτιον περὶ αὐτῶν. ὁρίζεσθαι μὲν γάρ φησι τὴν Ἀριανὴν ἐκ μὲν τῶν πρὸς ἑώ τῷ Ἰνδῷ, πρὸς νότον δὲ τῇ μεγάλῃ θαλάττῃ, πρὸς ἄρκτον δὲ τῷ Παροπαμισῷ καὶ τοῖς ἑξῆς ὄρεσι μέχρι Κασπίων πυλῶν, τὰ δὲ πρὸς ἑσπέραν τοῖς αὐτοῖς ὁρ´οις οἷς ἡ μὲν Παρθυηνὴ πρὸς Μηδίαν ἡ δὲ Καρμανία πρὸς τὴν Παραιτακηνὴν καὶ Περσίδα διώρισται: πλάτος δὲ τῆς χώρας τὸ τοῦ Ἰνδοῦ μῆκος τὸ ἀπὸ τοῦ Παροπαμισοῦ μέχρι τῶν ἐκβολῶν μύριοι καὶ δισχίλιοι στάδιοι οἱ δὲ τρισχιλίους φασί: μῆκος δὲ ἀπὸ Κασπίων πυλῶν, ὡς ἐν τοῖς Ἀσιατικοῖς σταθμοῖς ἀναγέγραπται, διττόν. μέχρι μὲν Ἀλεξανδρείας τῆς ἐν Ἀρίοις ἀπὸ Κασπίων πυλῶν διὰ τῆς Παρθυαίας μία καὶ ἡ αὐτὴ ὁδός: εἶθ ἡ μὲν ἐπ εὐθείας διὰ τῆς Βακτριανῆς καὶ τῆς ὑπερβάσεως τοῦ ὄρους εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον ἥτις ἐστὶν ἐν τοῖς Παροπαμισάδαις: ἡ δ ἐκτρέπεται μικρὸν ἀπὸ τῆς Ἀρίας πρὸς νότον εἰς Προφθασίαν τῆς Δραγγιανῆς: εἶτα πάλιν ἡ λοιπὴ μέχρι τῶν ὁρ´ων τῆς Ἰνδικῆς καὶ τοῦ Ἰνδοῦ: ὥστε μακροτέρα ἐστὶν αὕτη ἡ διὰ τῶν Δραγγῶν καὶ Ἀραχωτῶν, σταδίων μυρίων πεντακισχιλίων τριακοσίων ἡ πᾶσα. εἰ δή τις ἀφέλοι τοὺς χιλίους τριακοσίους, ἔχοι ἂν τὸ λοιπὸν τὸ ἐπ εὐθείας μῆκος τῆς χώρας, μυρίων καὶ τετρακισχιλίων: οὐ πολὺ γὰρ ἔλαττον [τὸ] τῆς παραλίας, κἂν παραύξωσί τινες αὐτὸ πρὸς τοῖς μυρίοις τὴν Καρμανίαν ἑξακισχιλίων τιθέντες: ἢ γὰρ σὺν τοῖς κόλποις φανοῦνται τιθέντες ἢ σὺν τῇ ἐντὸς τοῦ Περσικοῦ κόλπου παραλίᾳ τῇ Καρμανικῇ. ἐπεκτείνεται δὲ τοὔνομα τῆς Ἀριανῆς μέχρι μέρους τινὸς καὶ Περσῶν καὶ Μήδων καὶ ἔτι τῶν πρὸς ἄρκτον Βακτρίων καὶ Σογδιανῶν: εἰσὶ γάρ πως καὶ ὁμόγλωττοι παρὰ μικρόν.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION