호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δέ τι ὅμοιον τῇ δάφνῃ φυτόν, οὗ τὸ γευσάμενον τῶν ὑποζυγίων ἀπέθνησκε μετὰ ἐπιληψίας καὶ ἀφροῦ:? ἄκανθα δὲ τοὺς καρποὺς ἐπὶ γῆς κεχυμένη, καθάπερ οἱ σίκυοι, πλήρης ἦν ὀποῦ: τούτου δὲ ῥανίδες εἰς ὀφθαλμὸν ἐμπεσοῦσαι πᾶν ἀπετύφλουν ζῷον: οἵ τε ὠμοὶ φοίνικες ἔπνιγον πολλούς. ἦν δὲ κίνδυνος καὶ ἀπὸ τῶν ὄφεων: ἐν γὰρ τοῖς θισὶν ἐπεφύκει βοτάνη, ταύτῃ δ ὑποδεδυκότες ἐλάνθανον τοὺς δὲ πληγέντας ἀπέκτεινον. ἐν δὲ τοῖς Ὠρίταις τὰ τοξεύματα χρίεσθαι θανασίμοις φαρμάκοις ἔφασαν, ξύλινα ὄντα καὶ πεπυρακτωμένα: τρωθέντα δὲ Πτολεμαῖον κινδυνεύειν: ἐν ὕπνῳ δὲ παραστάντα τινὰ τῷ Ἀλεξάνδρῳ δεῖξαι ῥίζαν αὐτόπρεμνον, ἣν κελεῦσαι τρίβοντα ἐπιτιθέναι τῷ τρωθέντι: ἐκ δὲ τοῦ ὕπνου γενόμενον, μεμνημένον τῆς ὄψεως εὑρεῖν ζητοῦντα τὴν ῥίζαν πολλὴν πεφυκυῖαν καὶ χρήσασθαι καὶ αὐτὸν καὶ τοὺς ἄλλους: ἰδόντας δὲ τοὺς βαρβάρους εὑρημένον τὸ ἀλέξημα ὑπηκόους γενέσθαι τῷ βασιλεῖ. εἰκὸς δέ τινα μηνῦσαι τῶν εἰδότων, τὸ δὲ μυθῶδες προσετέθη κολακείας χάριν. ἐλθὼν δ εἰς τὸ βασίλειον τῶν Γεδρωσίων ἑξηκοσταῖος ἀπὸ Ὠρῶν, διαναπαύσας τὰ πλήθη μικρόν, ἀπῆρεν εἰς τὴν Καρμανίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기