호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τριχῇ γὰρ διελὼν τὰσ δυνάμεισ, τῇ μὲν αὐτὸσ ὡρ́μησε διὰ τῆσ Γεδρωσίασ, ἀφιστάμενοσ τῆσ θαλάττησ τὸ πλεῖστον πεντακοσίουσ σταδίουσ, ἵν’ ἅμα καὶ τῷ ναυτικῷ τὴν παραλίαν ἐπιτηδείαν παρασκευάζοι, πολλάκισ δὲ καὶ συνάπτων τῇ θαλάττῃ καίπερ ἀπόρουσ καὶ τραχείασ ἐχούσῃ τὰσ ἀκτάσ· τὴν δὲ προέπεμψε μετὰ Κρατεροῦ διὰ τῆσ μεσογαίασ, ἅμα χειρουμένου τε τὴν Ἀριανὴν καὶ προϊόντοσ ἐπὶ τοὺσ αὐτοὺσ τόπουσ ἐφ’ οὓσ Ἀλέξανδροσ τὴν πορείαν εἶχε· τὸ δὲ ναυτικὸν Νεάρχῳ καὶ Ὀνησικρίτῳ τῷ ἀρχικυβερνήτῃ παραδοὺσ ἐκέλευσεν οἰκείασ στάσεωσ ἐπιλαμβανομένουσ ἐπακολουθεῖν καὶ ἀντιπαραπλεῖν αὐτοῦ τῇ πορείᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기