- 텍스트

Strabo, Geography, book 15, chapter 1 134:

(스트라본, 지리학, book 15, chapter 1 134:)

τὴν δὲ φιλοτεχνίαν τῶν Ἰνδῶν ἐμφανίζων σπόγγους φησὶν ἰδόντας παρὰ τοῖς Μακεδόσι μιμήσασθαι, τρίχας καὶ σχοινία λεπτὰ καὶ ἁρπεδόνας διαρράψαντας εἰς ἔρια, καὶ μετὰ τὸ πιλῆσαι τὰ μὲν ἐξελκύσαντας τὰ δὲ βάψαντας χροιαῖς:? στλεγγιδοποιούς τε καὶ ληκυθοποιοὺς ταχὺ γενέσθαι πολλούς: ἐπιστολὰς δὲ γράφειν ἐν σινδόσι λίαν κεκροτημέναις, τῶν ἄλλων γράμμασιν αὐτοὺς μὴ χρῆσθαι φαμένων: χαλκῷ δὲ χρῆσθαι χυτῷ, τῷ δ ἐλατῷ μή: τὴν δ αἰτίαν οὐκ εἶπε, καίτοι τὴν ἀτοπίαν εἰπὼν τὴν παρακολουθοῦσαν, ὅτι θραύεται κεράμου δίκην τὰ σκεύη πεσόντα. τῶν δὲ περὶ τῆς Ἰνδικῆς λεγομένων καὶ τοῦτ ἐστίν, ὅτι ἀντὶ τοῦ προσκυνεῖν προσεύχεσθαι τοῖς βασιλεῦσι καὶ πᾶσι τοῖς ἐν ἐξουσίᾳ καὶ ὑπεροχῇ νόμος. φέρει δὲ καὶ λιθείαν ἡ χώρα πολυτελῆ κρυστάλλων καὶ ἀνθράκων παντοίων, καθάπερ τῶν μαργαριτῶν.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION